Ancient Greek · ~3 min
Book 2, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 2.17.8
Not analysed yet
Ἡ δ' ἀρχὴ ληπτέα φυσικῶς ἀκολουθοῦσι κατὰ τὸ γινόμενον ὅτι πέφυκεν ἐν ἑτέρῳ μόνον ταῦτα γίνεσθαι καθάπερ καὶ ζῶα ἐν ζώοις οἷον τά τε ἐν ταῖς πίνναις ἐστὶ καὶ ὅσα ἄλλα ζωοτροφεῖ. Πλὴν τῶν μὲν οὐκ ἔχομεν τὴν γένεσιν τῶν δ' ἔχομεν λέγειν. Τὸ δὲ ἀπὸ τῆς τῶν ὀρνίθων προσφορᾶς εἶναι τὴν ἀρχὴν ὥσπερ συμβεβηκός ἐστι πρὸς τὴν γένεσιν ὅπερ καὶ ἐπ' ἄλλων γίνεται. Κατορύττει γὰρ ἡ κίττα θησαυριζομένη τὰς βαλάνους καὶ ἄλλα τῶν ὀρνέων· περιαιρεθέντος δὲ τοῦ ἰξοῦ καὶ κατεργασθέντος ἐν ταῖς κοιλίαις ὅπερ ἐστὶ ψυχρότατον σὺν τῷ περιττώματι καταπῖπτον τὸ σπέρμα καθαρὸν καὶ τοῦ δένδρου λαμβάνοντός τινα μεταβολὴν ὑπὸ τῆς κόπρου διαβλαστάνει καὶ φύεται.