Ancient Greek · ~4 min
Book 2, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 2.17.9
Not analysed yet
Τὴν δ' ἰσχὺν εὐλόγως ἔχει καὶ διὰ τὴν εὐτροφίαν καὶ μάλιστ' ἴσως διὰ τὴν αὐτοῦ φύσιν. Ἰσχυρότερα δὲ εἰκὸς τὰ ἐν ταῖς ἐλάταις καὶ πεύκαις εἶναι· πλείων γὰρ ἡ τροφὴ καὶ λιπαρωτέρα. Πολλὰ δ' ἡ φύσις φαίνεται καὶ ἐν τοῖς ζώοις τοιαῦτα ποιεῖν ὥσθ' ἕτερον ἑτέρῳ χρήσιμον εἶναι πρὸς σωτηρίαν καὶ γένεσιν ἅπερ ἐν ταῖς ἱστορίαις ταῖς περὶ τούτων εἴρηται· δι' ὃ καὶ ἐνταῦθα ἴσως οὐ θαυμαστέον τὸ τῶν ὀρνίθων εἴτε ἐπίτηδες εἴτε κατὰ συμβεβηκὸς γέγονεν οὐδὲ λεκτέον ὅτι οὐκ ἂν ἦν ἡ γένεσις εἰ μὴ διὰ τούτους. Οὔτε γὰρ ἴσως ταῖς πίνναις βίος εἰ μὴ διὰ τὸν κάρκινον, οὐδ' ἡ τῶν μελιττῶν φύσις εἰ μὴ διὰ τὸν γόνον ὥς φασί τινες, οὐδ' ἡ τοῦ κόκκυγος εἰ μὴ ἦν ἡ ὑπολαῒς ᾗ εἰς τὴν νεοττίαν τὰ ὠὰ τίθησιν. Ἀλλ' ὥσπερ καὶ φθοραὶ καὶ σωτηρίαι τινὲς γίνονται δι' ἀλλήλων καὶ εἰς τοὺς βίους καὶ εἰς τὰς γενέσεις οὕτω καὶ πρὸς τὰ φυτὰ διήκειν οὐθὲν κωλύει παρὰ τῶν ζώων. Ὥστε ταύτην ἢ τοιαύτην αἰτίαν ὑποληπτέον εἶναι τῶν ἀπορηθέντων.