Ancient Greek · ~2 min
Book 2, Chapter 3
Theophrastus, De causis plantarum (lib. 2-6) 2.3.5
Not analysed yet
Μεγίστη δ' οὖν διαφορὰ κατὰ τὰ ἔνυγρα καὶ χερσαῖα ζῶα καὶ φυτὰ περὶ ὧν οὐδὲ ζητοῦμεν λόγον ὡς εἰπεῖν πλὴν ὑπὲρ τοῦ πότερα θερμότερα καὶ ψυχρότερα, τοῦτο γὰρ ἀμφισβητεῖται, τὰ δ' ἄλλα ὡς συγκεχωρημένα τῇ φύσει τίθεται. Καίτοι τὰ καθόλου καὶ κοινὰ πρῶτα ἔδει ζητεῖν, εὑρεθέντων γὰρ τούτων καὶ τὰ κατὰ μέρος φανερά. Τοῦτο μὲν οὖν ἴσως κωλύοιτ' ἂν διὰ τὸ χαλεπὸν εἴτε πλείους αἰτίαι τυγχάνουσιν εἴτε μία· περὶ δὲ τῶν ἐν τοῖς καθ' ἕκαστα μᾶλλον εὐποροῦμεν· ἡ γὰρ αἴσθησις δίδωσιν ἀρχὰς ἐπ' ἄμφω καὶ ἔτι μᾶλλον καὶ πλείους ἐπὶ τῶν φυτῶν· ἐμφανέστατα γὰρ τὰ συμβαίνοντα περὶ αὐτά.