Ancient Greek · ~2 min
Book 2, Chapter 3
Theophrastus, De causis plantarum (lib. 2-6) 2.3.6
Not analysed yet
Μεγίστη δὲ διαίρεσις κατά γε τὸν αὐτὸν τόπον τοῖς ἡμέροις καὶ ἀγρίοις· ἀεὶ γὰρ τὰ [ἥμερα] μαλακωτέρους καὶ ὑγροτέρους ζητεῖ τοὺς ἀέρας. Οὐ μὴν ἀλλ' ἔνιά γε καὶ τῶν ἡμέρων ἀδυνατεῖ βλαστάνειν ἐν τοῖς θερμοῖς καὶ ψυχροῖς οὐ μόνον διὰ τὴν ἀσθένειαν ἢ τὴν κρᾶσιν ἀλλὰ δι' ἕτερ' ἄττα καθάπερ ἡ ἐλάα καὶ θερμὸν καὶ πυκνὸν ἐν τοῖς ψυχροῖς διὰ τὸ μετέωρον τῶν ῥιζῶν· ἐμπήγνυται γάρ· ἡ δὲ ἀχρὰς ἐν τοῖς σφόδρα θερμοῖς ὥσπερ περὶ Αἴγυπτον· μοχθηραὶ δὲ καὶ αἱ ἄπιοι καὶ μηλέαι καὶ σπάνιαι. Τὴν δ' αἰτίαν σκεπτέον ἐπεὶ οὐκ ἂν θερμὰ δόξειεν εἶναι.