Ancient Greek · ~2 min
Book 2, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 2.4.1
Not analysed yet
Ἐπεὶ δὲ καὶ τὰ ἐδάφη μεγάλας ἔχει διαφορὰς λεκτέον καὶ περὶ τούτων, καὶ γὰρ αὐτὰ τῆς φύσεώς ἐστιν. Ἀβλαστῆ δὲ δι' ἄμφω γίνεται καὶ διὰ τὸν ἀέρα καὶ διὰ τὴν γῆν πολλάκις· ὁτὲ μὲν γὰρ τὰ κάτω χρηστότατα τὰ δ' ὑπὲρ γῆς φαῦλα (ὁτὲ δὲ ὁ μὲν ἀὴρ εὔτροφος τὰ δὲ τῆς γῆς φαῦλα) καθάπερ ὅταν ἀμμώδης ἢ κεραμὶς ἢ κατακεκαυμένη τις τυγχάνῃ· ῥίζωσιν γὰρ καὶ τροφὴν οὐδεμία τῶν τοιούτων ἔχει. Καὶ σχεδὸν αἱ μὲν ἀβλαστεῖς εἰσιν αὗται καὶ εἴ τις ἄρα δίυγρος ὅλως ἢ πηλώδης.