Ancient Greek · ~2 min
Book 2, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 2.4.2
Not analysed yet
(Τῶν) δὲ βλαστητικῶν καὶ ἐγκάρπων οὐ κακῶς ἡ διαίρεσις ἡ πρὸς τὰ σπέρματα καὶ τὰ δένδρα λέγεται τῷ τὴν μὲν πίειραν ἀμείνω σιτοφόρον τὴν δὲ λεπτοτέραν δενδροφόρον εἶναι. Λαμβάνει γὰρ ὥσπερ καὶ πρότερον εἴπομεν ὁ σῖτος καὶ ἁπλῶς τὰ ἐπέτεια τὴν ἐπιπολῆς τροφὴν ἣν δεῖ μὴ ὀλίγην μηδ' εὐξήραντον εἶναι καθάπερ ἐν ταῖς λεπταῖς, τὰ (δὲ) δένδρα διὰ τὸ μεγάλας καὶ ἰσχυρὰς ἔχειν τὰς ῥίζας καὶ τὴν ἐκ βάθους.