Ancient Greek · ~3 min
Book 2, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 2.4.12
Not analysed yet
Ἐπὶ ταὐτὸ δέ πως φέρονται καὶ ὅσοι φασὶ δεῖν πίειράν τε εἶναι καὶ μὴ παγώδη μηδὲ πυκνὴν μηδ' ἁλμυρὰν ἀλλὰ τρόφιμον καὶ ψαθυράν· τροφήν τε γὰρ οἴονται δεῖν ἔχειν καὶ θερμότητα καὶ ἔτι ταῖς ῥίζαις εὐδίοδον εἶναι· πάντα δὲ ταῦτα οἰκεῖα πρὸς αὔξησιν καὶ καρποτοκίαν. Ὁμοίως δὲ καὶ οἱ τὴν μελάγγεων ἐπαινοῦντες ὥσπερ Λεωφάνης· εὐθὺς γὰρ ἀποδιδόναι πειρᾶται τὰς αἰτίας ὅτι δύναται καὶ ὄμβρον καὶ αὐχμὸν φέρειν δοχὸς οὖσα καὶ τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ. Τὴν μὲν οὖν ἀρετὴν τῆς χώρας σχεδὸν ὥσπερ εἴρηται διὰ τῶν αὐτῶν πως καὶ τοῖς αὐτοῖς ἐστι λαβεῖν ἐν οἷς καὶ ἀποδιδόασι πάντες. Αἱ διαφοραὶ δ' ἐπεὶ πλείους εἰσὶ καὶ ταύτης καὶ τῶν φυτῶν πειρατέον πρὸς ἕκαστον λαμβάνειν καὶ θεωρεῖν.