Ancient Greek · ~2 min
Book 2, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 2.4.11
Not analysed yet
Οὐκ ἀλόγως δ' οὐδ' ὅσοι ταύτην ἀρίστην ὑπολαμβάνουσιν ἥτις ἂν ᾖ θερμή τε καὶ ἔνικμος· ἄμφω γὰρ ἔοικεν ἔχειν ἃ δεῖ τροφήν τε καὶ τὸ κατεργαζόμενον. . . . εὐλόγως δὲ καὶ μετὰ τὸ πρῶτον ὕδωρ ἀτμίζειν· ἀλλὰ τὴν μὲν ἔνικμον αὐτῆς εἶναι τὴν δὲ ξηράν. Τὴν μὲν οὖν ἔνικμον σιτοφόρον ἀγαθήν· ἱκανὸν γὰρ ἔχειν πρὸς τὴν ἐκτροφὴν ὑγρὸν τῷ σίτῳ τοῖς δὲ δένδροις ἔλαττον. Τὴν δὲ ξηρὰν σιτοφόρον φαύλην διὰ τὸ μὴ ἔχειν μηδὲ τούτῳ τροφὴν ἀρκοῦσαν.