Ancient Greek · ~3 min
Book 2, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 2.4.3
Not analysed yet
Αὕτη δὲ ἐν μὲν τῇ πιείρᾳ δαψιλὴς λίαν οὖσα βλάστην μὲν ποιεῖ καλὴν καὶ μέγεθος τοῖς δένδροις καρπὸν δ' οὐ ποιεῖ διὰ τὸ μὴ ἐκπέττειν, ἐν δὲ τῇ λεπτοτέρᾳ ξύμμετρος γίνεται πρὸς ἄμφω καὶ κρατοῦντα τὰ δένδρα δύναται καρποτοκεῖν. Ἡ δὲ πίειρα πάμπαν οὐδενὶ ξυμφέρει φυτῷ· ξηραίνει γὰρ μᾶλλον τοῦ δέοντος ὥσπερ καὶ Μενέστωρ φησί· τοιαύτην δ' εἶναι τὴν πλυντρίδα χρῶμα δ' ὑπόλευκον. Ἀρίστη δὲ δῆλον ὡς ἡ ἄριστα κεκραμένη καὶ ὅλως μανή τις οὖσα καὶ μὴ ψυχρὰ καὶ ἔνικμος· καὶ εὐδίοδος γὰρ οὕτω ταῖς ῥίζαις ἐστὶ καὶ εὔτροφος ὅπερ βούλονται καὶ αἱ ἡμερώσεις καὶ αἱ κατεργασίαι καὶ κοπρίσεις ποιεῖν.