Ancient Greek
Book 2, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 2.4.9
Not analysed yet
Ἀλλ' ὥσπερ ἐλέχθη πρότερον αἰσθητικῆς δεῖται ταῦτα συνέσεως. Ὡς δ' ἁπλῶς εἰπεῖν ἡ μέσην ἔχουσα τῶν ἐναντίων κρᾶσιν πυκνοῦ καὶ ἀραιοῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ κούφου καὶ βαρέος, ἔτι δὲ τὰ ἄνω πρὸς τὰ κάτω σύμμετρα τούτοις, πασῶν ἀρίστη πρὸς ἅπαντα ὡς εἰπεῖν δένδρα τε καὶ σπέρματα. Φαίνεται γὰρ ὁμοιότητα ἔχειν τῷ ἀέρι πρὸς τὰς ἄλλας χώρας. Οὐ μὴν ἀλλ' αὐτῶν γε τούτων ἡ πρὸς θάτερον μέρος ἀποκλίνουσα τῆς ἐναντιώσεως κρείττων, ἣν δὴ καὶ ἁπλῶς τίθενταί τινες ἀρίστην οἷον τὴν κούφην καὶ μανὴν καὶ ἔνικμον· ἔχει τε γὰρ τροφὴν ἐν ἑαυτῇ καὶ εὐδίοδός ἐστι ταῖς ῥίζαις· ἡ δὲ πυκνὴ καὶ βαρεῖα καὶ ξηρὰ δῆλον ὡς ἐναντία.