Ancient Greek · ~2 min
Book 2, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 2.4.10
Not analysed yet
Κατὰ δὲ τὰς παραλλαγὰς τῶν ἀντιθέσεων καὶ τὰς πρὸς ἕκαστον ἕξουσιν ἤδη διαφοράς· οἷον ἐὰν ᾖ μανὴ μὲν καὶ λεπτὴ βαθύγεως δὲ καὶ ξηρὰ καὶ ἄϋδρος δενδροφόρος μὲν ἀγαθὴ σιτοφόρος δὲ κακή· διὰ γὰρ τὴν μανότητα δίεισιν εἰς βάθος τὸ χειμερινὸν ὕδωρ ὥστε τὸν μὲν σίτον μὴ ἐφικνεῖσθαι διὰ τὸ ἐπιπολῆς εἶναι τὰ δένδρα δ' εἰς βάθος καθιέντα τὰς ῥίζας ἐφικνεῖσθαι καὶ ἕλκειν. Ὡσαύτως δὲ καὶ εἴ τις ἄλλη τοιαύτη διαφορά· τὸ γὰρ πρόσφορον ἀποδώσει τινὶ γένει διὰ τὴν παραλλαγήν.