Ancient Greek
Book 2, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 2.9.8
Not analysed yet
Ὅσα δ' ὄψια πάμπαν τῶν γενῶν οὐκ ἀποβάλλει διὰ τὴν ὀψιότητα τῆς βλαστήσεως· οὐ γὰρ ἔτι συμβαίνει κατακλείεσθαι καὶ ἐναπολαμβάνεσθαι τὸ πνεῦμα διὰ τὴν ὥραν ἀλλ' ἐπικρατεῖ ἀντιπεριϊστάμενον τὸ θερμόν· ἅμα δὲ καὶ φύσει ξηρά πως ἐστὶ καὶ ὀψὲ διϋγραίνεται, δι' ὃ καὶ τὴν ἄρδευσιν αἱ τοιαῦται ζητοῦσι καὶ δέχονται μᾶλλον. Ἔοικε δ' εἴπερ ἡ ἄνοιξις ποιεῖ τὴν ἐπιμονὴν εὔπνοιάν τε καὶ ἀπέρασιν ποιοῦσα παραπλήσιον τρόπον τινὰ (τὸ) συμβαῖνον καὶ ἐπὶ τῶν ἐν Αἰγύπτῳ συκαμίνων·