Ancient Greek · ~3 min
Book 2, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 2.9.9
Not analysed yet
ἀλλὰ τοῦτο διαμφισβητοῦσί τινες ὡς ἄρ' οὐκ ἀνοίγουσιν οἱ ψῆνες ἀλλὰ συμμύειν ποιοῦσιν ὅταν εἰσδύωσιν ὅθεν καὶ τὴν αἰτίαν ἐστὶν ἐκ τοῦ ἐναντίου φέρειν ὡς τούτου χάριν ἐριναζομένων· ἐὰν γὰρ συμμύωσιν οὔθ' ἡ δρόσος οὔτε τὰ ψακάδια δύναται διαφθείρειν ὑφ' ὧν ἀποπίπτουσι διυγραινόμενοι ὥσπερ καὶ οἱ κύτινοι τῶν ῥοῶν· ὅτι δὲ ταῦτα αἴτια μηνύει τὸ συμβαῖνον ὃ δὴ καὶ λέγουσί τινες· ἀποβάλλουσι γὰρ μᾶλλον ὑδατίων ἐπιγινομένων. Σημεῖον δ' ὅτι κἀκεῖνό ἐστι τοῦ συμμύσαι χάριν· ἐὰν γὰρ μὴ ἔχωσι περιάπτειν τῇ ἄμμῳ ἐπιπάττουσιν ἵνα συμμύσῃ· καὶ ὁ κονιορτὸς δὲ ποιεῖ διὰ τοῦτο ἐπιμένειν ὅτι συμμύει κονιορτούμενα· τὰ δὲ τῶν ὀψίων οὐ διοίγεται κατ' ἐκεῖνον τὸν καιρὸν ἀλλὰ συμμύει, δι' ὃ καὶ ἐπιμένει καὶ οὐδὲ ὅλως ἐρινασμοῦ δέονται· μετὰ ταῦτα δ' ἰσχύοντ' ἤδη καὶ ἅμα τῆς ὥρας μεταβεβληκυίας ἀνοίγεταί τε καὶ οὐκ ἀποπίπτει. Τὴν μὲν οὖν αἰτίαν ἀμφοτέρως λαβεῖν ἐνδέχεται.