Ancient Greek · ~2 min
Book 3, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 3.1.5
Not analysed yet
Ὁ δ' αὐτὸς λόγος καὶ περὶ σιλφίου καὶ θέρμου καὶ εἴ τι τοιοῦτον ἕτερον. Τὸ μὲν γὰρ οὐχ ὁμοίως ἔχει τὴν δριμύτητα διὰ τὸ πλείω καὶ ὑδαρεστέραν εἶναι τὴν τροφὴν, ὁ δὲ θέρμος ἄκαρπος γίνεται καθάπερ ὑλομανῶν καὶ ἐξυβρίζων· ποιεῖ γὰρ καὶ ταύτην τὴν ἐναντίωσιν (ἡ) κατεργασία καθάπερ εἴρηται πλῆθος παρέχουσα τροφῆς· ἐκ δὲ τῆς ἀρχῆς ταμιεύεται τὸ σύμμετρον ἕκαστον ἑαυτῷ καὶ λαμβάνει τὴν οἰκείαν χώραν. ἡ γὰρ αὐτοφυὴς γένεσις ἐν ταύταις.