Ancient Greek · ~3 min
Book 3, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 3.1.6
Not analysed yet
Ἁπλῶς γὰρ τὸ μέγιστον ὥσπερ πολλάκις εἴρηται τὸ λαβεῖν οἰκεῖον ἀέρα καὶ τόπον· ἐκ τούτων γὰρ ἡ εὐθένεια καὶ εὐκαρπία. Ταῦτα δ' ἐναντία φαίνεται τοῖς παρὰ φύσιν ἡμερουμένοις· εἴς τε γὰρ ἀέρα μαλακώτερον μετατεθέντα καὶ τροφὴν ἀλλοιοτέραν λαμβάνοντα ἐξ ἀμφοτέρων τούτων ἡ μεταβολὴ καὶ οἷον ἔκστασις τῆς φύσεως. Ἐπιμαρτυρεῖ δέ πως καὶ ἐν αὐτοῖς τοῖς γεωργουμένοις τὸ μὴ φιλεῖν ἔνια τὴν ἀκριβῆ καὶ τὴν πολλὴν ἄγαν ἐξεργασίαν ὥστε καὶ ταύτην ζητεῖν τινα ὅρον· καὶ τρόπον τινὰ οὐδὲν κωλύει κατὰ τὴν μετάβασιν οὕτως ἔνια μηδὲ ζητεῖν ὅλως. Ὅτι μὲν οὖν οὐ πάντα προσδέχεται τὰς γεωργίας φανερὸν ἔστω διὰ τούτων· ἴσως γὰρ τὰ μὲν ὅλως οὐ δεῖται τῶν δ' οὐκ ἐξευρίσκομεν τὰς αἰτίας.