Ancient Greek · ~2 min
Book 3, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 3.10.8
Not analysed yet
Καίτοι συμβαίνει γ' ἐνίοτε τῶν παραφύτων παραιρουμένου θατέρου καὶ θάτερον αὐαίνεσθαι· τοῦτο γὰρ ἤδη τινὶ συνέπεσεν ἅμα πεφυκυιῶν ἀναδενδράδων καὶ συκῶν ὡς αἱ συκαῖ παρῃρέθησαν· αἴτιον δ' ὅτι μεγάλην ἐποίησε μεταβολὴν συνηυξημένων ἤδη καὶ συντεθραμμένων· ὥσπερ γὰρ μία φύσις ἐγεγένητο διὰ τὸν χρόνον. Ἐπεὶ νέων ὄντων εἴ τις παρεῖλεν οὐχ ὅτι ἂν ἀφαύανεν ἀλλὰ καὶ εὐαυξεστέρας καὶ καλλίους ἐποίησε. Καὶ περὶ μὲν τῶν ἄλλων δένδρων ἐκ τούτων θεωρείσθω.