Ancient Greek · ~3 min
Book 3, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 3.11.1
Not analysed yet
Περὶ δὲ ἀμπέλων ὅσα μὴ κοινὰ καὶ ἐν τοῖς πρότερον εἴρηται λεκτέον ὁμοίως. Ἐπεὶ δὲ καὶ τὰ γένη διαφέρει καὶ αἱ χῶραι τοῦτο χρὴ πειρᾶσθαι διαιρεῖν τὰ ποῖα ταῖς ποίαις οἰκεῖα. Κατὰ φύσιν μὲν γὰρ ἐὰν φυτεύῃ τις ἀγαθὰ, παρὰ φύσιν δὲ ἄκαρπα γίνεται. Τὸ δὲ κατὰ φύσιν σχεδὸν καθ' ὁμοιότητά τινα λαμβάνουσιν ὥσπερ εἴπομεν, ἐν μὲν τῇ στερεᾷ καὶ αὐχμώδει τὰ στερεὰ καὶ τὰ τῶν λευκῶν καὶ τῶν μελάνων, ὡς δ' ἐπὶ τὸ πᾶν τὰ μέλανα στερεώτερα, ἐν δὲ τῇ ἐπόμβρῳ τὰ μανά. Διάδηλα δὲ τὰ πυκνὰ καὶ τὰ μανὰ ταῖς μήτραις ἃς δεῖ θεωρεῖν ἀποτέμνοντας τὰ νέα τῶν κλημάτων· ἔχει γὰρ ἡ μὲν μανὴ πολλὴν τὸ δὲ ξύλον λεπτὸν, ἡ δὲ πυκνὴ μικρὰν τὸ δὲ ξύλον παχύ.