Ancient Greek · ~2 min
Book 3, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 3.11.3
Not analysed yet
Τῇ δὲ ἐπόμβρῳ προσφορώτατον τὸ γένος ἅτε πολλῆς τροφῆς δεόμενον καὶ μεγάλης ἀφαιρέσεως γινομένης, ὁ ἥλιος ἐξάγει γὰρ, τοσούτῳ μᾶλλον ἐπιδίδωσι καὶ εἰς μέγεθος καὶ εἰς εὐκαρπίαν ἄφθονον μὲν τροφὴν ἔχουσα ταύτης τε κατακρατοῦσα καὶ πέττουσα ῥᾳδίως. Διὰ τοῦτο γὰρ καὶ ἡ λειμωνία δοκεῖ ταῖς ἀμπέλοις εἶναι [καὶ] κρατίστη δι' ὅτι πρὸς τῷ κούφη καὶ μὴ πίειρα εἶναι καὶ ἔφυδρός ἐστιν ὥστε μὴ δύνασθαι τὸ οὐράνιον ὕδωρ διϊκνεῖσθαι πρὸς τὸ ἐκ τῆς γῆς.