Ancient Greek · ~2 min
Book 3, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 3.11.2
Not analysed yet
Ὅτι δὲ ἑκάτερον ἑκατέρᾳ τῇ χώρᾳ συμφέρει, διὰ τῶνδε φανερόν· ὧν μὲν γὰρ ἡ μήτρα μεγάλη τούτων καὶ οἱ πόροι πολλοὶ καὶ εὐρέες, ὧν δὲ μικρὰ στενοί τε καὶ ὀλίγοι· δι' ὃ καὶ διὰ τοῦ ἔαρος τροφῆς ἐλάττονος δεῖται τὰ πυκνὰ καὶ ἅμα διατηρεῖν δύναται τὸ ὑγρὸν εἰς τὸ θέρος· ὁ γὰρ ἥλιος οὐχ ὁμοίως ἐξάγει διὰ τὴν πυκνότητα, δι' ὃ μικρᾶς τῆς ἀφαιρέσεως γινομένης ἐπαρκοῦσιν αἱ ῥίζαι τὸ σύμμετρον εἰς τὸν καρπόν· αἱ δὲ μαναὶ πολλῆς μὲν τῆς ἀφαιρέσεως οὔσης ὀλίγης δὲ τῆς ἐπιρροῆς διὰ τὴν ξηρότητα τῆς γῆς τά τε κλήματα ἀσθενῆ καὶ τοὺς καρποὺς ἀτελεῖς φέρουσι.