Ancient Greek · ~2 min
Book 3, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 3.12.3
Not analysed yet
Λαμβάνουσι δὲ καὶ κατὰ τὰς ὀρεινὰς καὶ ἀνεμώδεις τὰ πρόσφορα ταῖς φυτείαις, οἷον τούς τε γύρους ὀρύττοντες τοῖς καθεστῶσι πνεύμασι καὶ τὸ φυτὸν τιθέντες τὸν αὐτὸν τρόπον ὅπως ἡ βλάστησις μὴ ἐναντία γίνηται τῷ πνεύματι, θραύεσθαι γὰρ ἐκείνως ἀνάγκη, μηδ' ἔμπαλιν ὑπερπεσοῦσα παρὰ φύσιν αὔξηται· τούτων γάρ τι πάσχουσα χείρων ἡ ἄμπελος. Ὡσαύτως δὲ καὶ τὰ ἄλλα τὰ ἀκόλουθα πρὸς τὴν χώραν. Τὰς μὲν οὖν φυτείας οὕτω καὶ διὰ ταῦτα ποιοῦνται.