Ancient Greek · ~2 min
Book 3, Chapter 13
Theophrastus, De causis plantarum (lib. 2-6) 3.13.1
Not analysed yet
Τὰς δὲ τομὰς πανταχοῦ τῶν φυτῶν βραχείας ὡς αἱ ῥίζαι σωθῶσι καὶ αὐξηθῶσι· ἅμα δὲ ἡ γῆ αὐχμηρὰ καὶ τρέφειν ἀδύνατος τὰ πολλά. Κατὰ δὲ τὴν ὀρεινὴν καὶ ψυχρὰν ἢ καὶ ὅλως ἔναυρον κατὰ τὸ ἔαρ τέμνειν εὐλαβοῦνται, τὸ γὰρ ψύχος ἀποξηραίνει. Ὥραν δὲ τῆς τομῆς σχεδὸν τὴν αὐτὴν πᾶσιν ἀποδιδόασιν ὑπ' αὐτὴν τὴν βλάστησιν ὅπως τὸ φυτὸν πλῆρες ὂν τοῦ ὑγροῦ πρὸς τὴν ἀφαίρεσιν ὁρμήσῃ καὶ ὁ βλαστὸς ὅτι κάλλιστος γένηται·