Ancient Greek · ~2 min
Book 3, Chapter 13
Theophrastus, De causis plantarum (lib. 2-6) 3.13.3
Not analysed yet
Τέμνειν δὲ τὰ μὲν ἐν τῇ χέρσῳ φυτευόμενα τῷ τρίτῳ ἔτει· θᾶττον γὰρ παραγίνεσθαι διὰ τὸ νεοργοτάτην εἶναι τὴν γῆν καὶ ἀκάρπωτον. Τὰ δ' ἐν τῇ γεωργουμένῃ ὀψιαίτερον. Τὴν δ' ἄμπελον ἄγειν δεῖ κύκλῳ περὶ τὸν πυθμένα· πανταχόθεν γὰρ ὁμαλοῦς οὔσης καλλίων καὶ εὐκαρποτέρα· τοῦτο δ' οὐ χαλεπὸν ἐάν τις καταλίπῃ μὴ τὰ κάλλισθ' ὡρμηκότα τῶν κλημάτων ἀλλὰ τὰ ἄριστα πεφυκότα πρὸς τὴν ἀγωγήν· ἀρκεῖ γὰρ εἷς ὀφθαλμὸς λειφθεὶς εἰς τὸ δέον.