Ancient Greek
Book 3, Chapter 13
Theophrastus, De causis plantarum (lib. 2-6) 3.13.2
Not analysed yet
τὴν γὰρ τομὴν ταύτην οὐ καρποῦ χάριν ἀλλὰ βλαστοῦ γίνεσθαι, τὴν δὲ μετοπωρινὴν καρποῦ δι' ὅπερ ἐκείνην ποιητέον εὐθὺ μετὰ πλειάδος δύσιν· τοτὲ γὰρ εἶναι συνεστηκότα τε μάλιστα καὶ ἥκιστα τεμνόμενα δακρυρροεῖν καὶ ῥήγνυσθαι. Μεθ' ἡλίου δὲ τροπὰς καὶ μετὰ ζεφύρου πνοὰς ἀμφότερα πάσχειν ταῦτα τεμνόμενα καὶ τό τε φυτὸν πονεῖν καὶ τὸν βλαστὸν ἐξ ἄκρου φύεσθαι πρὸς τῇ τομῇ διὰ τὸ τὴν τροφὴν τὴν μὲν ἐξερρυηκέναι τὴν δ' ἐν τοῖς ἄκροις καταλελεῖφθαι.