Ancient Greek · ~2 min
Book 3, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 3.14.1
Not analysed yet
Τῶν δ' ἀμπέλων τῶν τελέων ἤδη πρῶτον καὶ μέγιστόν ἐστιν ἡ κλάσις· καλῶς γὰρ ἀμπελουργουμένη καὶ εὐβλαστοτέρα καὶ εὐκαρποτέρα καὶ πολυχρονιωτέρα γίνεται. Δεύτερον δὲ καὶ τρόπον τινὰ τούτῳ παραπλήσιον ἡ βλαστολογία· καὶ γὰρ ἐνταῦθα εἰδέναι δεῖ τὰ ποῖα συμφέρει καταλιπεῖν καὶ τὰ ποῖα ἀφαιρεῖν καὶ πρὸς τοὺς ἐτείους καρποὺς καὶ πρὸς τὴν ὕλην φύσιν. Τὰ δ' ἄλλα ἤδη κοινότερα καὶ ῥᾴω πάντα δ' ἔχοντα διαφορὰν ὥστε καιρὸν ζητεῖν καὶ τρόπον.