Ancient Greek · ~2 min
Book 3, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 3.14.2
Not analysed yet
Αἱ δὲ διαφοραὶ κατὰ τὰς ὥρας τῶν ἔργων αἱ μὲν καὶ ἐν τοῖς ἄλλοις εἰσὶν, οὐ μὴν ἀλλὰ πλείστη γε κατὰ τὴν κλάσιν καὶ τὴν ἀμπελουργίαν ὑπὲρ ἧς καὶ πειρῶνταί γε διαιρεῖν ἅμα τοῖς τε γένεσι ποιούμενοι καὶ ταῖς χώραις τὸν ἀφορισμόν. Ὁ δ' ἀφορισμὸς ἐν δυοῖν ἐν ποίαις ἕκαστα ὥραις δεῖ καὶ ἐν τῷ βραχυτομεῖν ἢ μακροτομεῖν· ἐπεὶ τό γ' εἰς τὴν ἀγωγὴν καὶ τὴν ὅλην τομὴν τῶν ἀμπέλων πανταχοῦ τὰ αὐτά.