Ancient Greek · ~2 min
Book 3, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 3.14.7
Not analysed yet
Εἰ δ' ὅλως αἱ μείζους ἔχουσαι τὰς μήτρας εὐκαρπότεραι καὶ πολυκαρπότεραι τυγχάνουσιν οὐδὲν ἂν διαφέροι πρὸς τὰ νῦν. Κοινοτάτην μὲν δὴ ταύτην εἶναι πάσαις. Ὅσαι δὲ κλήματα μὲν πολλὰ φύουσι καρπὸν δ' ὀλίγον τούτων τὰ μὲν ἐξ ἄκρας τὰ πρῶτα ὡς μακρότατα λείπειν τὰ δὲ πρὸς αὐτὸ τὸ στέλεχος βραχέα, ὅπως ἀπὸ μὲν τῆς βραχείας τομῆς ἡ ἄμπελος αὔξηται ἀπὸ δὲ τῶν ἐξ ἄκρου κλημάτων ὁ καρπὸς ἀπὸ μεγάλης τῆς μήτρας πολὺς (ᾖ).