Ancient Greek · ~2 min
Book 3, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 3.14.8
Not analysed yet
Ὅταν δὲ βλαστάνῃ περιαιρεῖν τὰ ἄλλα πάντα πλὴν ὅσα καρπὸν ἔχει, τούτων (δ') ἐπικνίζειν τὰς κορυφὰς ἐν αὐταῖς ταῖς οἰνάνθαις, ἵνα μήθ' ἡ ἄμπελος εἰς τοῦτο τὸ κλῆμα ἀφίῃ τὴν αὔξησιν ὅπερ ἀποτέμνεται, ἥ τε περιοῦσα τροφὴ συνειληθεῖσα ἐπὶ ταῖς οἰνάνθαις αὔξῃ τὸν βότρυν. Ἀεὶ γὰρ δεῖ τοῦτο ζητεῖν ἐκ τῆς τομῆς ὅπως ἥ τε ἄμπελος ἰσχύσει καὶ ὁ καρπὸς ἔσται πολύς. Αὕτη μὲν δὴ καθόλου τίς ἐστι κοινὴ πάσαις.