Ancient Greek
Book 3, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 3.17.2
Not analysed yet
Περὶ δὲ τῶν ἁλῶν ἢ τῆς ἅλμης ἣν παρέχουσιν, οἱ μὲν γὰρ οὕτως ποιοῦσιν οἱ δ' ἐκείνως, ἁπλῆ μέν τις αἰτία δι' ὅτι φιλεῖ χωρία ἁλμυρώδη. Σημεῖον δ' ὅτι παρ' οἷς πλῆθος φοινίκων ἐν τούτοις (ἅλς) ἐστιν, οἷον Λιβύῃ, Συρίᾳ, ταῖς ἄλλαις ὥστε καθάπερ οἰκείαν τινὰ βοήθειαν βοηθοῦσι διὰ τῶν ἁλῶν. Ὅτι μὲν γὰρ ὁ φοῖνιξ χαίρει τῷ ἁλμώδει κοινή τις ἂν αἰτία λέγοιτο περὶ πάντων ὅσα ζητεῖ τόπους διαφόρους ἀπὸ τῶν πρώτων καὶ μεγίστων ἀρχομένοις οἷον ἐνύδρων χερσαίων καὶ ὅσαι δὴ καθ' ἑκάτερα τούτων διαφοραί.