Ancient Greek · ~2 min
Book 3, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 3.17.3
Not analysed yet
Δῆλον γὰρ ὡς τῇ κράσει πως σύμμετροί τε καὶ οἰκεῖοι καθ' ἕκαστα τυγχάνουσιν ὥσπερ ἐπὶ τῶν ζώων· ὁ γὰρ αὐτὸς λόγος καὶ περὶ τούτων καὶ ἡ αὐτὴ ζήτησις. Οὐ μὴν ἀλλ' εἴ γέ τι καὶ περὶ τούτου ἴδιον χρὴ εἰπεῖν ἐν ἀμφοῖν τὴν αἰτίαν ζητητέον ἔν τε τῷ τὴν γῆν ποιάν τινα ποιεῖν καὶ ἐν τῷ τὰς ῥίζας ἅπερ ἄμφω συμβαίνει διὰ τῶν ἁλῶν· τὴν μὲν γὰρ ποιοῦσι κούφην καὶ χαύνην τὰς δὲ ῥίζας εὐτραφεστέρας καὶ παχυτέρας ἑλκτικωτέρας ποιοῦντες τῷ πόρους τινὰς ἀνοίγειν καὶ ἔτι τῷ καταψύχειν, ὅπερ ἡ κόπρος οὐ ποιεῖ διὰ τὸ ἔμπυρον.