Ancient Greek · ~2 min
Book 3, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 3.17.6
Not analysed yet
αἱ δ' ὑγραὶ καὶ σαρκώδεις οὐ δέονται τῆς ἀναστομώσεως καὶ δήξεως. Ὅλως δ' αἱ μεταβολαὶ τῶν δένδρων διὰ τὰς θεραπείας ὥστε ἐξ ὀξέων καὶ πικρῶν γλυκέα γίγνεσθαι καθάπερ αἵ τε ῥοαὶ καὶ αἱ ἀμυγδαλαῖ καὶ εἴ τι ἄλλο τῷ τὰς ῥίζας ἀλλοιοῦσθαι μεταβάλλει· μεταβάλλουσι δὲ κατὰ τὴν γῆν καὶ τὴν τροφήν· γλυκέα μὲν οὖν μετὰ τρία ἢ τέτταρα ἔτη γίνεται· τοσοῦτον γὰρ ἡ θεραπεία· ῥόαι δὲ πικραὶ διαμένουσι καί τινα πλείω χρόνον.