Ancient Greek · ~2 min
Book 3, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 3.17.5
Not analysed yet
Ποιεῖ δὲ καὶ ὡς ἡ γεωργία τὰς ῥίζας πάντων ἑλκτικωτέρας· οὕτω γὰρ καὶ ἐξημεροῦνται τῶν ἀγρίων ἔνια· καὶ ἡ κόπρος δ' ἡ ἰσχυροτάτη τὸ αὐτὸ τοῦτο δρᾷ, καθάπερ ἡ σκυτοδεψικὴ τὰς τῶν μυρρίνων καὶ οὖρον παραχεόμενον· ἄμφω γὰρ διαδύνεται μᾶλλον· αἱ δὲ ῥίζαι δέονται τῆς ἀναδήξεως καί τινων ἄλλων τοιούτων καὶ τῶν ῥοιῶν· καὶ γὰρ ταύταις παρέχουσιν καὶ τὴν σκυτοδεψικὴν παραβάλλουσι πλὴν οὐχ ὁμοίως καὶ τῆς μυρρίνης ἀλλ' ἧττον·