Ancient Greek · ~2 min
Book 3, Chapter 18
Theophrastus, De causis plantarum (lib. 2-6) 3.18.2
Not analysed yet
Ἡ δὲ τῶν ἄλλων ἰδιότης ὅσων ἐστὶν συμφανεστέρας ἔχει τὰς αἰτίας, οἷον ὡς τὴν ἀμυγδαλῆν ὅταν ἄρχηται καρποφορεῖν οὔτε ὑδρεύουσιν οὔτε κοπρίζουσιν οὔτε διακαθαίρουσιν εἰ μὴ τὰ αὖα μόνον, οὐδ' ἄλλο τῶν τοιούτων οὐδὲν δρῶσι· πάντα γὰρ ἀφαιροῦσιν ὅπως μὴ ὑπερισχύσασα ἀποβάλλῃ τοὺς καρποὺς ἐν τῷ ἀνθεῖν, δι' ὃ καὶ χώραν οὐκ ἀγαθὴν ζητοῦσιν. Ἐὰν δὲ μετὰ ταῦτα ἀκαρπῇ τάς τε ῥίζας γυμνώσαντες παραδιδόασι τῷ χειμῶνι καὶ τὰς ἄλλας κολάσεις προσφέρουσι τὰς εἰρημένας.