Ancient Greek · ~1 min
Book 3, Chapter 18
Theophrastus, De causis plantarum (lib. 2-6) 3.18.3
Not analysed yet
Ὁμοίως δὲ ὅσων οἱ φλοιοὶ περιαιροῦνται καθάπερ ἀμπέλου, κέδρου, φιλύρας καὶ ὅλως τῶν φλοιορραγῶν. Αὐτὴ γὰρ ἡ φύσις ἐνταῦθα ἔοικεν ἐπιδεικνύναι τὸ συμφέρον ἀφισταμένη καὶ ἀλλότριον ποιοῦσα· τὸ δ' ἀλλότριον ἅπαν βλαβερὸν ὥσπερ καὶ τὸ αὖον. Καὶ ἐπὶ τῶν ἄλλων δὲ τὸν αὐτὸν τρόπον ὅπου τις ἰδιότης οἰκεία πρὸς τὴν φύσιν. Καὶ περὶ μὲν δένδρων ἐκ τούτων θεωρητέον.