Ancient Greek · ~2 min
Book 3, Chapter 19
Theophrastus, De causis plantarum (lib. 2-6) 3.19.1
Not analysed yet
Ἔχει δὲ ὁμοίως καὶ ἐπὶ τῶν στεφανωματικῶν καὶ ὅλως τῶν φρυγανικῶν σχεδὸν δὲ καὶ τῶν λαχανηρῶν. Τὰ μὲν γάρ ἐστι κοινὰ πᾶσιν οἷον ὕδρευσις, κόπρισις, ἡ τοῦ ἐδάφους ἐργασία, τὰ δὲ ἴδια καθ' ἕκαστον γένος οἷον ἡ διακάθαρσις· [τοῖς φρυγανικοῖς ὁμοίως ἐν στεφανώμασι καὶ λαχάνοις] καὶ γὰρ ὁ ἕρπυλλος αὐαίνεται μὴ διακαθαιρόμενος καὶ τὸ σισύμβριον καὶ τἆλλα. Τὰς δὲ δὴ ῥοδωνίας οὐ κατακόπτουσι μόνον ἀλλὰ καὶ ἐπικάουσιν· ἀνανθεῖς γὰρ γίνονται καὶ ἐκλοχμοῦνται μὴ τοῦτο πάσχουσαι δι' εὐτροφίαν.