Ancient Greek · ~3 min
Book 3, Chapter 2
Theophrastus, De causis plantarum (lib. 2-6) 3.2.5
Not analysed yet
Οὐδὲ γὰρ δεῖ μᾶλλον ἀκολουθεῖν τῇ τοῦ ὅλου καταστάσει καὶ περιφορᾷ (ἢ τῇ φύσει) τῶν δένδρων καὶ φυτῶν καὶ σπερμάτων ὡς πολλάκις τὰ ἁμαρτανόμενα τῇ ἀπὸ τούτου ἀκρασίᾳ τῇ αὐτῶν δυνάμει τὰ μὲν ὑπομένει τὰ δέ τινα ἀναμάχεται καθάπερ καὶ τῶν ἀνθρώπων ἡ φύσις τὰ ὑπὸ ἰατρικῆς. Ὥστε αἱ μὲν ἀντιλογίαι πρὸς ταῖς κοιναῖς τῶν τεχνῶν καὶ διὰ ταύτας γίνονται τὰς αἰτίας. Οὐ μὴν ἀλλὰ καὶ συνομολογεῖται πολλὰ καὶ παρὰ πάντων, ὥσπερ ἐξ αὐτῶν τῶν πραγμάτων εἰληφότα πίστιν, τὰ μὲν καθόλου τὰ δὲ διαιρούμενα γένεσι καὶ χώραις οἷον εὐθὺς τὰ περὶ γενέσεις καὶ φυτείας ὑπὲρ ὧν οὐ χαλεπὸν εἰπεῖν τὰς αἰτίας.