Ancient Greek · ~3 min
Book 3, Chapter 2
Theophrastus, De causis plantarum (lib. 2-6) 3.2.6
Not analysed yet
Ἀεὶ γὰρ δεῖ φυτεύειν καὶ σπείρειν εἰς ὀργῶσαν τὴν γῆν· οὕτω γὰρ καὶ ἡ βλάστησις καλλίστη καθάπερ τοῖς ζώοις ὅταν εἰς βουλομένην πέσῃ τὸ σπέρμα τὴν ὑστέραν. Ὀργᾷ δ' ὅταν ἔνικμος ᾖ καὶ θερμὴ καὶ τὰ τοῦ ἀέρος ἔχῃ σύμμετρα· τότε γὰρ εὐδιάχυτός τε καὶ εὐβλαστὴς καὶ ὅλως εὐτραφής ἐστι. Τοῦτο δ' ἐν δυοῖν ὥραιν γίνεται μάλιστα τοῖς γε δένδροις ἔαρι καὶ μετοπώρῳ καθ' ἃς καὶ φυτεύουσι μᾶλλον, καὶ κοινοτέρως ἐν τῷ ἦρι· τότε γὰρ ἥ τε γῆ δίυγρος καὶ ὁ ἥλιος θερμαίνων ἄγει καὶ ὁ ἀὴρ μαλακός ἐστι καὶ ἐρσώδης ὥστε ἐξ ἁπάντων εἶναι τὴν ἐκτροφὴν καὶ τὴν εὐβλαστίαν.