Ancient Greek · ~2 min
Book 3, Chapter 2
Theophrastus, De causis plantarum (lib. 2-6) 3.2.7
Not analysed yet
Ἔχει δέ τινα καὶ τὸ μετόπωρον τοιαύτην κρᾶσιν δι' ὃ καὶ τὰς ἐπιβλαστήσεις ἔφαμεν γίνεσθαι τῶν δένδρων. Οἱ δὲ ἐπαινοῦντες αὐτὴν μᾶλλον τοῦ ἔαρος τοιαῦτα λέγουσιν ὅτι τὰ φυτὰ θερμῆς οὔσης ἔτι τῆς γῆς ῥιζοῦται κάλλιον· δεῖν δ' ἀεὶ τὴν ἀρχὴν ἰσχυροτέραν ποιεῖν ἀφ' ἧς καὶ ἡ τῶν ἄλλων γένεσις καὶ ὅλως ἡ ζωή· δι' ὃ καὶ τὴν βλάστησιν ἅμα τῷ ἦρι καλὴν γίνεσθαι καὶ ἀθρόαν ἐκβεβηκυίας ἤδη καὶ κυούσης τῆς ῥίζης, τοῦ δὲ ἦρος εἰς ψυχρὰν τιθεμένων τὴν γῆν, ψυχρὰν γὰρ ἔτι διαμένειν ἐκ τοῦ χειμῶνος, ῥιγοῦν καὶ κακοβλαστεῖς γίνεσθαι τὰς ῥίζας.