Ancient Greek · ~2 min
Book 3, Chapter 20
Theophrastus, De causis plantarum (lib. 2-6) 3.20.4
Not analysed yet
Δι' ὃ ταῦτα ποιοῦσι Μεγαρεῖς καὶ δι' ἐτῶν πέντε ἢ ἓξ σκάπτοντες βαθεῖαν ἀναβάλλουσι τὴν κάτωθεν ἐφ' ὅσον διϊκνεῖται τὸ ὕδωρ ἵνα καινὴν ποιῶσιν· ἡ γὰρ τρόφιμος ἀεὶ καταρρεῖ ὑπὸ τοῦ ὕδατος. Σπείρειν δὲ κελεύουσι τὴν ξηρὰν καὶ τὴν θερμὴν πρὸ τῶν ὑδάτων ὅπως λαμβάνουσα πλῆθος ὕδατος ἐκτρέφειν δύνηται. Καὶ τὴν δ' ἐπομβρίαν ὡσαύτως ἵνα τὰ σπέρματα λαμβάνωσι καὶ βλαστόντα καὶ αὐξηθέντα θερμῇ τῇ γῇ δυνατώτερα δέχηται τὸν ὄμβρον· ἐὰν δὲ μὴ ἐν ξηρᾷ προεργασάμενον τὴν γῆν ὀψὲ ποιεῖσθαι τὸν σπόρον.