Ancient Greek
Book 3, Chapter 20
Theophrastus, De causis plantarum (lib. 2-6) 3.20.5
Not analysed yet
Σπείρειν δὲ δεῖ τὸν μὲν πρωϊνὸν μανὸν τὸν δὲ ὄψιον πυκνόν· ὁ μὲν γὰρ οὐκ ἔχει ῥίζωσιν ὁ δὲ ἔχει καὶ γίνεται πολυσχιδής. Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα, πλείω γάρ ἐστι, διακριβοῦν εἴ τις θέλει τὰς ἐργασίας μᾶλλον, ἕκαστα δεῖ σκοπεῖν πρὸς τὴν χώραν· ἔνιαι γὰρ οὐ δέχονται τὰς ἀκριβείας ἀλλὰ διαμάρτοι ἂν ὁ ποιῶν. Ὅπερ ἔπαθέ τις ἀνελθὼν εἰς Συρακούσας ἐκ Κορίνθου τὴν ἐργασίαν τὴν ἐντεῦθεν μεταφέρων· καὶ γὰρ τὸ χωρίον τὸ δοκοῦν ἀγαθὸν ἐκλιθολογήσας διέφθειρεν· ἐξεπήγνυτο γοῦν ὁ σῖτος οὐκ ἔχων οὐδεμίαν προβολὴν ἐξαιρεθέντων τῶν λίθων. Καί τις ἐν Συρίᾳ κατὰ βάθος ἀρόσας ἀνεξήρανεν· ὑπὸ γὰρ τοῦ θέρους διακαιομένη (ἡ γῆ) ἐπὶ πλεῖον ὑπόπετρος οὖσα διέκαιε (δι' ὃ) καὶ μικροῖς ἀρότροις οἱ Σύροι χρῶνται. Ταῦτα μὲν οὖν πειρατέον ἐπικρίνειν.