Ancient Greek · ~1 min
Book 3, Chapter 20
Theophrastus, De causis plantarum (lib. 2-6) 3.20.6
Not analysed yet
Ὡς δὲ κοινῇ καὶ καθόλου πᾶσιν εἰπεῖν μέγιστον μὲν καὶ πρῶτόν ἐστι τὴν σπορευτὴν χώραν κατειργάσθαι καλῶς· εἰς διειργασμένην γὰρ καλῶς πεσὸν τὸ σπέρμα καλῶς ἐκφύεται διημερωθείσης τῆς γῆς. Εἶθ' ἡ κόπρισις καὶ ἡ ἄλλη θεραπεία μετὰ ταῦτα διαβεβλαστηκότων ἤδη, οἷον σκάλσις καὶ ποασμός.