Ancient Greek · ~2 min
Book 3, Chapter 21
Theophrastus, De causis plantarum (lib. 2-6) 3.21.1
Not analysed yet
Τὰ δ' οἰκεῖα τῇ μὲν ἐπόμβρῳ καὶ ψυχρᾷ τὰ ἀνοστιμώτατα πρὸς τὴν σιτοποιΐαν ὁμοίως καὶ πυρῶν καὶ κριθῶν καὶ τῶν ἄλλων· ἀραιὰ γὰρ ταῦτα. Τὰ δ' ἄλλα πλείονος ὄμβρου δεῖται· καὶ τὰ μέλανα τῶν λευκῶν. Ἐν δὲ ξηρᾷ καὶ ἐρυθρᾷ καὶ ἐν ψυχροῖς τόποις πολύνοστα· καὶ τὰ λευκὰ μᾶλλον τῶν μελάνων ὅπως ἁδρύνηται πρὸ τῆς ἀπολείψεως τῶν ὑδάτων· αὔξεται γὰρ καὶ φθάνει τὰ λευκὰ μᾶλλον τῶν μελάνων. Ἐν δὲ ταῖς εὐκρασίαις τὰ ἀνὰ μέσον. Οἱ μὲν οὖν οὕτω διαιροῦσιν οἱ δ' ἄλλως.