Ancient Greek · ~3 min
Book 3, Chapter 21
Theophrastus, De causis plantarum (lib. 2-6) 3.21.2
Not analysed yet
Ὡς δ' ἁπλῶς εἰπεῖν ἡ μὲν λεπτὴ κριθοφόρος ἀμείνων, ἡ δὲ πίειρα πυροφόρος· αἱ μὲν γὰρ ἐλάττους καὶ κουφοτέρας δέονται τροφῆς, οἱ δὲ πλείονος καὶ σωματωδεστέρας. Τῶν δὲ πυρῶν ὁ μὲν τρίμηνος ἐν τοῖς λεπτογείοις καλλίων· σύμμετρος γὰρ ἡ τροφὴ κούφη κούφοις· ὁ δὲ λιβυκὸς καὶ ὁ δρακοντίας καὶ ὁ στραγγίας καὶ ὁ σελινούσιος ἐν ἀγαθῇ, πολύτροφοι γάρ· σημεῖον δ' ὅτι κάλαμον ἔχουσι παχύν· ἁπλῶς δὲ καὶ εἴ τις ἄλλος τοιοῦτος. Εἰ δέ τις πολυχίτων ὥσπερ ὁ θρᾴκιος, ἐν τοῖς χειμερινοῖς· ἀπαθὴς γὰρ ὑπὸ τοῦ ψύχους· ὁ δὲ χαῦνος καὶ μανὸς ὥσπερ ὁ καγχρυδίας, ἐν τοῖς ἐπόμβροις· τροφῆς γὰρ πολλῆς καὶ οὗτος δεῖται, δι' ὃ καὶ παχυκάλαμος.