Ancient Greek · ~3 min
Book 3, Chapter 22
Theophrastus, De causis plantarum (lib. 2-6) 3.22.1
Not analysed yet
Χρὴ δὲ καὶ τὰ οἰκεῖα σπέρματα πρὸς εὐφορίαν καὶ τὰ νοσήματα τὰ συμβαίνοντα λαμβάνειν οἷον ἐρυσίβας· ἐπεὶ ἐν τοῖς κοίλοις καὶ ἀπνόοις γίνεται. (Τὰ ἐρυσιβούμενα, ἐν δὲ τοῖς εὐπνόοις) τὰ μὴ ἐρυσιβούμενα· τοιαῦτα δὲ τὰ ἐπικλινῆ τῷ στάχυϊ καὶ μὴ ὀρθά. Διὰ τοῦτο δὲ καὶ τὸ ἐπικύπτειν συμφέρει τὸν στάχυν ὅπως ἀπορρέῃ καὶ μὴ ἐμμένῃ τὸ ὕδωρ καὶ ἡ δρόσος. Ἐπικλίνουσι δὲ οἱ μακροὶ στάχυες μᾶλλον οἱ δὲ πλατεῖς καὶ βραχεῖς ὀρθότεροι δι' ὃ καὶ ἐρυσιβοῦνται ταῦτα διυγραινόμενα. Καὶ ὧν ὁ στάχυς ἀπήρτηται πολὺ τῶν φύλλων· ἐν γὰρ τοῖς φύλλοις ἐμμένει μᾶλλον ἡ ὑγρότης ὥστε πλησίον μὲν ὄντος εὐθὺς ἅπτεται πόρρω δὲ οὐχ ὁμοίως.