Ancient Greek · ~2 min
Book 3, Chapter 21
Theophrastus, De causis plantarum (lib. 2-6) 3.21.5
Not analysed yet
Ὡς δὲ ἁπλῶς εἰπεῖν πάντα ἐν ταύταις μεγίσταις καὶ κοινοτάταις ἐστὶν διαφοραῖς, ἐν τῇ τῆς χώρας φύσει τῇ τῶν σπερμάτων ἰσχυῒ καὶ ἀσθενείᾳ καὶ ἐν τῇ τοῦ ἀέρος κράσει, δι' ὃ σκεπτέον ταῦτα. Χειμῶνες δὲ ἐπιγινόμενοι πανταχοῦ μὲν χρήσιμοι· ῥιζοῦται γὰρ καὶ καρκινοῦται μᾶλλον ὥστ' εἰς τὸ ἔαρ σύμμετρον ἀποδίδοται μέγεθος. Μάλιστα δ' ἐν ταῖς ἀγαθαῖς χώραις· τὰ γὰρ νότια καὶ ὅταν εὐδία ταχὺ ἀναδιδόασι καὶ ποιοῦσι λοχαίαν καὶ καρπὸν ἐρυσιβώδη. Τὰ δὲ πυκνόσπορα πρότερον ἀποχεῖται τῶν μανοσπόρων ὅτι τὰ μὲν ῥιζοῦται καὶ εἰς τὰ κάτω σχίζεται διὰ τὸ ἔχειν τόπον τὰ δ' εὐθὺς εἰς τὸ ἄνω τρέχει.