Ancient Greek · ~2 min
Book 3, Chapter 3
Theophrastus, De causis plantarum (lib. 2-6) 3.3.3
Not analysed yet
Ἐπεὶ καὶ ὅπου περὶ κύνα καὶ τοὺς ἐτησίας εὐθενεῖ καὶ ἐπιβλαστάνει τὰ δένδρα τηνικαῦτα καὶ τὰς φυτείας ποιοῦνται, πολλῶ δέον ἀκολουθεῖν τῇ τοῦ ἀέρος κράσει καὶ τῇ τῶν φυτῶν ὁρμῇ. Τάχα δὲ καὶ ἡ ὁρμὴ γίνεται διὰ τὸ περιέχον· ὅπου δ' αὖ θερινὸς ὄμβρος πολὺς ὥσπερ ἐν Αἰθιοπίᾳ καὶ ἐν Ἰνδοῖς ἢ περὶ Αἴγυπτον ὁ Νεῖλος ἐνταῦθα δὴ πρὸ τούτων ἢ μετὰ τούτους εἰκὸς τὴν φυτείαν ἁρμόττειν· τηνικαῦτα γὰρ ἡ τοῦ ἀέρος κρᾶσις σύμμετρος.