Ancient Greek · ~2 min
Book 3, Chapter 3
Theophrastus, De causis plantarum (lib. 2-6) 3.3.4
Not analysed yet
Εἴη δ' ἂν διελεῖν καὶ τοῖς κατὰ φύσιν τόποις πρὸς τὰς ὥρας, οἷον τοὺς μὲν εὐκράτους τῷ ἀέρι τοῦ ἦρος τοὺς δὲ ῥοώδεις καὶ ἐπόμβρους καὶ ἑλείους θέρους ὑπὸ τὸ ἄστρον ὥσπερ καὶ ἐν Λακωνικῇ πολλὰ φυτεύουσι, τοὺς δ' αὐχμώδεις μετοπώρου. Συμβήσεται γὰρ οὕτω θερμῆς οὔσης ἐν βάθει τῆς γῆς κατὰ χειμῶνα ψυχροῦ δὲ τοῦ πέριξ τὴν αὔξησιν κατακλειομένην εἰς τὰς ῥίζας ἰέναι. Πλείονος δ' ὄντος καὶ ἰσχυροτέρου τοῦ ῥιζώματος πλείων ἡ βλάστησις ἔσται καὶ καλλίων. Καὶ περὶ μὲν ὡρῶν τῶν εἰς τὰς φυτείας ἱκανῶς εἰρήσθω.