Ancient Greek · ~2 min
Book 3, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 3.8.1
Not analysed yet
Ῥιζοτομεῖται δὲ μετὰ τὴν φυτείαν καὶ ὅταν ᾖ νέα πάνθ' ὡς εἰπεῖν ὅπως τε κατὰ βάθους ὠθῶνται καὶ πλείω λαμβάνωσιν αὔξησιν, μάλιστα δ' ὧν ἐπιπολῆς αἱ ῥίζαι καθάπερ ἐλάα καὶ ἄμπελος. Ὅταν δὲ πρεσβύτερα γένηται τὰς μὲν ἐπετείους καὶ ὅλως τὰς ἐπιπολῆς ἀφαιρετέον ὅπως αἱ κάτω πλείους καὶ ἰσχυρότεραι γίγνωνται· φθείρουσι γὰρ ἐκεῖναι ταύτας καὶ ἐμποδίζουσιν, αὐταὶ δ' οὐ δύνανται παρέχειν τροφὴν ἀλλὰ καὶ πονοῦσι καὶ ὑπὸ τοῦ ἡλίου καὶ ὑπὸ τοῦ ψύχους. Ἀφαιρετέον δὲ καὶ τὰς αὔας· προσηρτημέναι γὰρ καὶ ἄλλως λυμαίνονται καὶ σκώληκας ἐμποιοῦσι τοῖς δένδροις.