Ancient Greek · ~2 min
Book 3, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 3.8.2
Not analysed yet
Τὰς δὲ ἄλλας οὐ κινητέον· οὐδὲ γὰρ τὴν διακάθαρσιν ἔστιν ὥσπερ τῶν ἄνω ποιεῖσθαι· καὶ γὰρ τὸ γυμνοῦν ἐπὶ πλέον χαλεπὸν καὶ ὅλως οὐκ εὔσημον ὅθεν ἀφαιρετέον. Ἅμα δὲ καὶ ὁποθενοῦν φυομένη μόνον δὲ ἰσχύουσα τὴν τροφὴν ἀποδώσει, κάλλιον δ' ἐὰν πανταχόθεν· τὸ δὲ δὴ μῆκος καὶ πλάτος ὅσῳ ἂν ᾖ πλέον ὠφελιμώτερον ὥστε τὰ πρὸς τὴν βλάστησιν καὶ τὴν εὐτροφίαν μόνον δεῖ παρασκευάζειν.