Ancient Greek · ~2 min
Book 3, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 3.9.4
Not analysed yet
Ἔοικε δὲ καὶ τὸ ἐν τῇ ἀρχῇ μέγα διαφέρειν, εἴ γε καὶ τὰ τῶν σικύων σπέρματα γάλακτι βρεχόμενα καὶ μελικράτῳ γλυκυτέρους ποιεῖ. Νομίσειε δ' ἄν τις ταῦτα καὶ ἐπὶ τῶν ἄλλων γίνεσθαι λαχάνων, ἀλλ' ἴσως τὸ δριμὺ χρησιμώτερον. Ἡ δὲ ῥίζα τῶν δένδρων ἀρχή τις οὖσα καὶ τὰ περικάρπια συνεξομοιοῖ τὰ ἐφ' ἑαυτῆς. Περὶ μὲν οὖν τούτων καὶ πρότερον εἴρηται. Τὴν δὲ χρησίμην ἀεὶ πρὸς τὰς δυνάμεις ἀποδοτέον τῆς μὲν δριμυτέρας ἐλάττονα τῆς δὲ μαλακωτέρας πλείονα.