Ancient Greek · ~3 min
Book 3, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 3.9.5
Not analysed yet
Δεῖ δὲ καὶ τὴν πρόσφορον ἑκάστοις τῶν δένδρων μὴ ἀγνοεῖν· οὐ γὰρ ὥσπερ ὕδωρ τὸ αὐτὸ πᾶσιν οὕτω καὶ κόπρος, ἀλλ' ὥσπερ τὰ ἐδάφη πρὸς ἕκαστον οἰκεῖα οὕτω καὶ ἡ κόπρος. Ἐπεὶ καὶ κατὰ τὰς ἡλικίας τῶν δένδρων ἐστί τις διαφορά· δι' ὃ καὶ φυτεύοντες ὑποβάλλουσιν εὐθὺς ὥσπερ ἐλέχθη τὴν τῶν λοφούρων ὅτι κουφοτάτη, τὸ δ' ἀσθενὲς κουφοτάτης δεῖται. Τὸ δ' ὅλον ἐν ταῖς θεραπείαις τῶν δένδρων ὅσα μὲν κοινὰ πᾶσίν ἐστι ταῦτα τῷ ποσῷ καὶ τῷ ποιῷ διοίσει καὶ τοῖς καιροῖς οἷον τομὴ, διακάθαρσις, σκαπάνη, κόπρισις. Ταῖς δ' οὖν ἀμπέλοις ἢ διὰ τεττάρων ἢ πλειόνων ἐτῶν παραβάλλουσι κόπρον· οὐ γὰρ δύνανται φέρειν δι' ἐλαττόνων οὐδ' ἔστι βοήθεια καθάπερ τοῖς δένδροις ἡ ὕδρευσις, ἀλλ' ἐκκαίονται. Δι' ὃ καθάπερ ἐλέχθη ταῖς ἐπομβρίαις χώραις συμφέρει μᾶλλον· ἄλλως γὰρ κίνδυνος μὴ ἐπιγινομένων τῶν ἐκ διός.